Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.99 Joseph. AJ 11.104 (English) >>Joseph. AJ 11.108

11.102καὶ συλλαβέσθαι δὲ πρὸς τὸ ἔργον διετάξατο, κἀκ τοῦ φόρου τοῦ τῆς χώρας ἧς ἐπετροπεύοντο τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίας λόγον ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους καὶ σεμίδαλιν καὶ ἔλαιον καὶ οἶνον καὶ τἆλλα, ὅσα ἂν οἱ ἱερεῖς ὑπαγορεύσωσιν, εὔχωνται δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως καὶ Περσῶν. 11.103τοὺς δὲ παραβάντας τι τῶν ἐπεσταλμένων συλληφθέντας ἐκέλευσεν ἀνασταυρωθῆναι καὶ τὴν οὐσίαν αὐτῶν εἰς τὴν βασιλικὴν καταταγῆναι κτῆσιν. καὶ κατηύξατο πρὸς τούτοις τῷ θεῷ, ὅπως εἴ τις ἐπιχειρήσειε διακωλῦσαι τὴν οἰκοδομίαν τοῦ ναοῦ, βαλὼν αὐτὸν θεὸς ἐπίσχῃ τῆς ἀδικίας.” 11.104

Ταῦθʼ εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων· “βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. 11.105ἔρρωσθε.” μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν. 11.106καὶ ἠνύετο κατὰ πολλὴν σπουδὴν κατασκευὴ τοῦ ναοῦ προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου κατὰ πρόσταγμα τοῦ θεοῦ καὶ μετὰ βουλήσεως Κύρου τε καὶ Δαρείου τῶν βασιλέων, ᾠκοδομήθη δὲ ἐν ἔτεσιν ἑπτά.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.99 Joseph. AJ 11.104 (English) >>Joseph. AJ 11.108

Powered by PhiloLogic